Το Ευαγγέλιο της Κυριακής

Κυριακή 18/12/2011

Κατά Ματθαίον Α΄ 1-25

῾Η Γενεαλογία τοῦ Κυρίου ᾿Ιησοῦ.





1.1 Βίβλος γενέσεως ᾽Ιησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ ᾽Αβραάμ.

1.2 ᾽Αβραὰμ ἐγέννησε τὸν ᾽Ισαάκ, ᾽Ισαὰκ δὲ ἐγέννησε τὸν ᾽Ιακώβ, ᾽Ιακὼβ δὲ ἐγέννησε τὸν ᾽Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,

1.3 ᾽Ιούδας δὲ ἐγέννησε τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ, Φάρες δὲ ἐγέννησε τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησε τὸν ᾽Αράμ,

1.4 ᾽Αρὰμ δὲ ἐγέννησε τὸν ᾽Αμιναδάβ, ᾽Αμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών,

1.5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς ῾Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν ᾽Ιωβὴδ ἐκ τῆς ῾Ρούθ, ᾽Ιωβὴδ δὲ ἐγέννησε τὸν ᾽Ιεσσαί,

1.6 ᾽Ιεσσαὶ δὲ ἐγέννησε τὸν Δαυὶδ τὸν βασιλέα. Δαυὶδ δὲ ὁ βασιλεύς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,

1.7 Σολομὼν δὲ ἐγέννησε τὸν ῾Ροβοάμ, ῾Ροβοὰμ δὲ ἐγέννησε τὸν ᾽Αβιά, ᾽Αβιὰ δὲ ἐγέννησε τὸν ᾽Ασάφ,

1.8 ᾽Ασὰφ δὲ ἐγέννησε τὸν ᾽Ιωσαφάτ, ᾽Ιωσαφὰτ δὲ ἐγέννησε τὸν ᾽Ιωράμ, ᾽Ιωρὰμ δὲ ἐγέννησε τὸν ᾽Οζίαν,

1.9 ᾽Οζίας δὲ ἐγέννησε τὸν ᾽Ιωαθάμ, ᾽Ιωαθὰμ δὲ ἐγέννησε τὸν ᾽Αχάζ, ᾽Αχὰζ δὲ ἐγέννησε τὸν Ἑζεκίαν,

1.10 Ἑζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν ᾽Αμώς, ᾽Αμὼς δὲ ἐγέννησε τὸν ᾽Ιωσίαν,

1.11 ᾽Ιωσίας δὲ ἐγέννησε τὸν ᾽Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.

1.12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾽Ιεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ,

1.13 Ζοροβάβελ δὲ ἐγέννησε τὸν ᾽Αβιούδ, ᾽Αβιοὺδ δὲ ἐγέννησε τὸν ᾽Ελιακίμ, ᾽Ελιακὶμ δὲ ἐγέννησε τὸν ᾽Αζώρ,

1.14 ᾽Αζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν ᾽Αχίμ, ᾽Αχὶμ δὲ ἐγέννησε τὸν ᾽Ελιούδ,

1.15 ᾽Ελιοὺδ δὲ ἐγέννησε τὸν ᾽Ελεάζαρ, ᾽Ελεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν ᾽Ιακώβ,

1.16 ᾽Ιακὼβ δὲ ἐγέννησε τὸν ᾽Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἣς ἐγεννήθη ᾽Ιησοῦς ὁ λεγόμενος Χριστός.

1.17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾽Αβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.

῾Η ὑπερφυσική γέννησις τοῦ Κυρίου

1.18 Τοῦ δὲ ᾽Ιησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης γάρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾽Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.

1.19 ᾽Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.

1.20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων, ᾽Ιωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου·

1.21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.

1.22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος,

1.23 ᾽Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ᾽Εμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον Μεθ᾽ ἡμῶν ὁ θεός.

1.24 ἐγερθεὶς δὲ ὁ ᾽Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ·

1.25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν τόν υἱόν αὐτῆς τόν πρωτότοκον, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν.

Μόνιμος σύνδεσμος σε αυτό το άρθρο: https://www.imtl.gr/?p=2157